Συνολικές προβολές σελίδας

Δημοφιλείς αναρτήσεις

Κυριακή 30 Ιουνίου 2019

Οὐ καταισχυνῶ τά ὄπλα,...

Οὐ καταισχυνῶ τά ὄπλα,
Οὐ καταισχυνῶ τὰ ὅπλα τὰ ἱερὰ, 
οὐδ' ἐγκαταλείψω τὸν παραστάτην ὅτῳ ἂν στοιχήσω· 
ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὁσίων
καὶ μόνος καὶ μετὰ πολλῶν. 
καὶ τὴν πατρίδα οὐκ ἐλάσσω παραδώσω, 
πλείω δὲ καὶ ἀρείω ὅσης ἂν παραδέξωμαι. 
καὶ εὐηκοήσω τῶν ἀεὶ κραινόντων ἐμφρόνως 
καὶ τοῖς θεσμοῖς τοῖς ἰδρυμένοις πείσομαι 
καὶ οὕστινας ἂν ἄλλους τὸ πλῆθος ἰδρύσηται ὁμοφρόνως·
καὶ ἂν τις ἀναιρῇ τοὺς θεσμοὺς ἢ μὴ πείθηται οὐκ ἐπιτρέψω, 
ἀμυνῶ δὲ καὶ μόνος καὶ μετὰ πολλῶν. 
καὶ ἱερὰ τὰ πάτρια τιμήσω. 
ἵστορες τούτων
Ἄγλαυρος, Ἐνυάλιος, Ἄρης, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη.